Ancient Greek · ~1 min
Section 8
Isocrates, Ἐπιστολαὶ βʹ Φιλίππῳ α΄ 8
Not analysed yet
Κῦρος δὲ νικήσας ἅπασαν τὴν βασιλέως δύναμιν καὶ κρατήσας ἂν τῶν πραγμάτων, εἰ μὴ διὰ τὴν αὑτοῦ προπέτειαν, οὐ μόνον αὑτὸν ἀπεστέρησε τηλικαύτης δυναστείας, ἀλλὰ καὶ τοὺς συνακολουθήσαντας εἰς τὰς ἐσχάτας συμφορὰς κατέστησεν. ἔχοιμι δ’ ἂν παμπληθεῖς εἰπεῖν οἳ μεγάλων στρατοπέδων ἡγεμόνες γενόμενοι διὰ τὸ προδιαφθαρῆναι πολλὰς μυριάδας αὑτοῖς συναπώλεσαν.