Ancient Greek · ~1 min
Section 6
Isocrates, Ἐπιστολαὶ γʹ Φιλίππῳ β΄ 6
Not analysed yet
χάριν δ’ ἔχω τῷ γήρᾳ ταύτην μόνην, ὅτι προήγαγεν εἰς τοῦτό μου τὸν βίον, ὥσθ’ ἃ νέος ὢν διενοούμην καὶ γράφειν ἐπεχείρουν ἔν τε τῷ πανηγυρικῷ λόγῳ καὶ τῷ πρὸς σὲ πεμφθέντι, ταῦτα νῦν τὰ μὲν ἤδη γιγνόμενα διὰ τῶν σῶν ἐφορῶ πράξεων, τὰ δ’ ἐλπίζω γενήσεσθαι.