Ancient Greek
35 to 45
ISTER, Fragmenta 35-2-45
Not analysed yet
Ἴστρος δ ̓ ἐν τοῖς Ἀττικοῖς οὐδ ̓ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ ̓ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαΐδος, τῆς ἐν Αἰγύπτῳ πόλεως, γράφει οὕτως «Κυλίκων Κονωνίων ζεῦγος, καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.» Κύπρος ἐκλήθηἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βίβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγυπτίων ἱστόρησαν. Ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησίν. Ὤλενος. . . . Κέκληται δ ̓ ἀπ ̓ Ὠλένου τοῦ Διὸς, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις· «Τῶν δὲ Δαναϊδῶν Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων.» Αἰγιαλὸς, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος, ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. Ἀπ ̓ ἀπίων καὶ ἡ Πελοπόννησος Ἀπία ἐκλήθη, διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτὸν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς. Ἀπία, οὕτως οἱ νεώτεροι τὸ Ἄργος . . . Φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν αὐτῇ τῇ χώρᾳ γιγνομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι. Φύτειον, πόλις Ἤλιδος τῆς κοίλης· ἀπὸ Φυτέως λέγων αὐτὴν ὠνομάσθαι Ἴστρος τετάρτῳ Ἠλιακῶν.