Ancient Greek
831
Jacobs Anthologia Graeca T13, Appendix epigrammatum (ed. Jacobs) 831
Unproofread scanNot analysed yet
Νῦς μὲν ἐμὸν κατέχει ζώης Φάος ὑπνοδοτείρη, ἀλγεινὸν λύσασα νέσων δέμας, ἥδε᾽ ὕπνω, λήθης δῶρα Φέρουσ᾽ ἐπ᾽ ἐμοὶ πρὸς τέρμασι μοίρης· ψυχὴ δὲ κραδίης δράμ᾽ ἐς αἰθέρ᾽ ἐπεῖκλος αὐρή, κοῦφον ἐπαίρουσα δρόμου πτερόν ἥρι πολλῶ· καὶ με θεῶν μακάρων κατέχει δόμος ἄσσον ἰόντα, οὐρανίοις τε δόμοισι βλέπω Φάος Ἥριγενείης. τιμὴ δ᾽ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι Ἑρμείῳ λόγοις, ὅς μ᾽ οὐρανὸν ἤγαγε χειρῶν, αὐτίκα τιμήσας, καὶ μοι κλῆρος ἐσθλὸν ἔδωκεν οἶκιν ἐν μαχάρεσσι καὶ οὐρανὸν ἀστερόεντα, χρυσείοισι θρόνοισι παρήμενον ἐς Φιλότητα· καὶ με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαις ἥδμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσερώσιχ, κρατὸς ἀπ᾽ ἀθανάτοιο *πατρῴσι μειδίοοντες . . . . . . προχόαισιν ἐπισπένδω μακάρεσσιν.