Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 106
Not analysed yet
Ὅτι Δομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου νεώτερος, Νέρωνι καὶ Καλιγόλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προστᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ προσεοικὼς τὸν τρόπον. Μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος, εὐθὺς εἰς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν, θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτητος ἐν ταῖς κολάσεσι, φιλαπεχθήμων τε καὶ φιλάργυρος εἰ καί τις ἕτερος. Ταχέως γοῦν πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο, ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. Σφαγαῖς τε γὰρ τῶν ἐπισήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν, τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς, οὐχ ὑπέμεινεν ἑτέρων αὐτῷ γίνεσθαι κατὰ τὸ Καπιτώλιον ἀνδριάντων στάσιν ἢ ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιημένων. Ἀπέσχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ ̓ ἐπὶ πάντας τοὺς ἀφ ̓ αἵματος τὴν ἀνοσίαν ἤγαγε δεξιὰν, οὔτε θεοὺς ὁμογνίους, οὔτε δίκην αἰδούμενος, ἀλλ ̓ ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα.