Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 112
Not analysed yet
Ὅτι ὁ Τραϊανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίνιον, ἄνδρα μέγα μὲν παρ ̓ αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, μήτε ὑποπτεύσας, μήτε μισήσας, ἐγκειμένων τῶν δεαβαλλόντων καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον ὡς τὸν Λικίνιον ἀπῆλθε ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικινίου καλέσας, ὑπ ̓ ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος, ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. Ἐπεὶ δὲ ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα, «Εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν» . Οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαιοῦτο. Διὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσάμενος, κατ ̓ ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν.