Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 115
Not analysed yet
Ὅτι Ἀντωνῖνος ὁ βασιλεὺς ἄριστος ἦν, καὶ μάλιστα Νουμᾷ κατὰ τὸ τῆς ἡγεμονίας ὁμοιότροπον ἄξιος παραβάλλεσθαι, καθάπερ δὴ Ῥωμύλῳ Τραῖανὸς ἐνομίσθη παραπλήσιος. Τόν τε γὰρ ἰδιώτην ὁ Ἀντωνῖνος ἄριστα καὶ ἐντιμότατα διετέλεσε βίον, καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ σωφρονέστερος· οὐδενὶ τραχὺς οὐδὲ φορτικὸς, ἀλλὰ πρὸς ἅπαντας χρηστός τε καὶ ἤπιος ὤν· ἔν γε μὴν τοῖς πολεμικοῖς τὴν ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενος, φυλάττειν σώους ἤπερ εἰς μέγεθος ἐκφέρειν τοὺς τῆς ἀρχῆς* ἐγίνωσκεν· ἄνδρας, ὡς ἔνι μάλιστα πλείστην τοῦ δικαίου ποιουμένους ἐπιμέλειαν, ταῖς τῶν δημοσίων ἐφιστὰς διοικήσεσι, τοὺς μὲν ἀγαθοὺς τῶν ἡγεμόνων ταῖς παρ ̓ αὐτοῦ τιμαῖς ἀμειβόμενος, τούς γε μὴν φαύλους δίχα τινὸς τραχύτητος τῶν κοινῶν ἀπελαύνων πραγμάτων. Οὔκουν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ ̓ ἤδη καὶ πρὸς τῶν ἀλλοφύλων ἐθαυμάζετο· ὡς τῶν προσοίκων τινὰς βαρβάρων τὰ ὅπλα κατατιθεμένους, ἐπιτρέποντάς τε τῷ βασιλεῖ τὰς δίκας, διαλύεσθαι ταῖς ἐκείνου ψήφοις. Αὐτὸς δὲ παρὰ τὸν ἰδιώτην βίον πολύ τι πλῆθος χρημάτων κεκτημένος, ἐπειδὴ παρῆλθεν εἰς τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ περιουσίαν εἴς τε τῶν στρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωσε δωρεάς· τῷ δὲ δημοσίῳ θησαυρῷ πλῆθος παντοδαπῶν ἀπέλιπε χρημάτων· τήν τε τοῦ Εὐσεβοῦς ἐπίκλησιν πρῶτος ἁπάντων αὐτοκρατόρων ἐκ τῆς τοῦ ἤθους ἁπλότητος ἀπηνέγκατο.