Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 120
Not analysed yet
Ὅτι ὁ Κόμοδος ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι, Ἡρακλέα τε καὶ Διὸς υἱὸν ὀνομάζεσθαι, τούς τε μῆνας ἀφ ̓ ἑαυτοῦ φέρειν τὰς προσηγορίας προσέταξεν οὕτως· Ἀμαζόνιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐσεβὴς, Εὐτυχὴς, Λούκιος, Λἴλιος, Αὐρήλιος. Ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα, λεοντῆς ὑπεστρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως τε κατὰ τὸ ἀληθὲς ἀκοντίζων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, θαυμαζόμενος. Ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας εἰς τὸ θέατρον συναγαγὼν, δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ τῶν γονάτων ὑφάσματα, ὡς γίγαντας τῷ ῥοπάλῳ κατειργάσατο. Καθεύδων γὰρ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις καὶ ἑορτὰς πρὸς τῆς συγκλήτου βουλῆς ὑπαντώμενος, ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε καὶ τὴν Μαρκίαν, ἣν εἶχε τῶν παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τοῖς πραττομένοις. Πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν.