Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 126
Not analysed yet
Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν (ἐνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα· τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ ̓ ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα)· οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. Τὰ μὲν πρῶτα κατ ̓ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος, περὶ τῆς Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἐρέρριπτο, οὐδενὸς ὄντος τοῦ κατ ̓ ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος· ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ ̓ αὐτοῖς μεγάλως. 2. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. Ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος, καί τινα προδιαλεχθεὶς τῷ στρατοπέδῳ, εὐθέως τὴν ἐπὶ τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. Ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεωγμέναις ἐδέχοντο. [Ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν,] τοῦ μὲν στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν οὓς ἐψεύσατο. Καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρασκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. 3. Ἐκείνου δὲ ταῦτα βουλομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη, καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδῦναι τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. Ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν πολλῇ ταραχῇ ὄντι διὰ τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν. Ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε [καὶ ἀπορίᾳ] καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοιωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. 4. Ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπογνώσει, τῷ δὲ σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. Πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς· ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον, ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. Ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. Ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ, ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος, αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη.