Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 133
Not analysed yet
Ὅτι ἔδει τὸν Ἀντωνίνου βίου τέλος λαβεῖν· περιεργότατος γὰρ ὢν, ἐβουλήθη μαθεῖν τὸν μετ ̓ αὐτὸν βασιλεύσοντα, ὑποπτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινὶ, τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκύᾳ τε χρησάμενον μαθεῖν. Ὁ δὲ ἀδεῶς τοῖς κελευθεῖσι χρησάμενος, καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. Οἱ δὲ διακομίζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν διακομίζοντες ἐφίστανται τῷ Ἀντιωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομίζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμματα. Ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, ἄγειν πρὸς αὐτόν. Ὁ δὲ ἀναγνοὺς, καὶ περιτυχὼν τῇ κατ ̓ αὐτοῦ θανατηφόρῳ γραφῇ, ταύτην μὲν ἀποκρύπτει, περὶ δὲ τῶν λοιπῶν ἀγγέλλει. Φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι τοιοῦτον. 2. Ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματοφυλάκων Ἀντωνίνου· τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ, ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. Τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα, πείθει ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. Καιροῦ δέ τινος δραξάμενος, ὅτε Ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάρραις αὐτλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφειστήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὑτὸν πρὸς χρείας ὑποτοπεῖ, καὶ μονωθέντα παίει. Καιρίου δὲ τῆς πληγῆς γενομένης, καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος, καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη.