Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 135
Not analysed yet
Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συνέδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι, ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου. Οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανήεσαν. Ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα, καὶ τὴν κόνιν ἐν κάλπῃ βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατριβούσῃ. Ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. Τοιούτῳ μὲν δὴ τέλος ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. Ὁ δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσι συνετελέσθη.