Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 140
Not analysed yet
Ὅτι Ἀλέξανδρος ὁ Μαμαίας σὺν τῇ μητρὶ ἄρξας ὑπ ̓ ἐκείνῃ τὰ πάντα διῴκει, ἥτις πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. Δικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖστον, ὡς ἂν ἐν τούτοις ἀσχολούμενος μὴ ἔχοι καιρὸν εἰς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. Ὑπῆρχε δὲ αὐτῷ καὶ φυσικὸν ἦθος πρᾷον καὶ ἥμερον, εἴς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές. Εἰς τεσσαρεσκαιδέκατον οὖν ἐλάσας ἔτος τῆς βασιλείας, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὡς μετὰ τὴν Μάρκου τελευτὴν τὴν βασιλείαν θαυμάζειν Ἀλεξάνδρου. ᾘτιᾶτο δὲ καὶ τὴν μητέρα, καὶ πάνυ ἤσχαλλεν, ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον, καὶ πολλὰ ἐξ ἐπηρειῶν θησαυρίζουσαν. Πολλὰ δὲ ἠναγκάζετο ὑπ ̓ αὐτῆς πράττειν. Ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ.