Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 158
Not analysed yet
Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύο ἅμα συνεβασίλευσαν. Καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωριανὸν, μήνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. 2. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων, Σατουρνῖνος τῷ γένει Μαυρούσιος, ὢν εἰς τὰ μάλιστα τῷ βασιλεῖ προσφιλὴς, διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως, εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. Ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν, ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται, συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. Ἔπαυσε δὲ καὶ ἄλλην ἐπανάστασιν ἐν τῇ Βρεττανίᾳ,μελετηθεῖσαν διὰ Βικτωρίνου Μαυρουσίου τὸ γένος. ᾯπερ πεισθεὶς ἔτυχε τὸν ἐπαναστάντα τῆς Βρεταννίας ἄρχοντα προστησάμενος. Καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν, καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος, τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. Ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας, περινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ.