Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 166
Not analysed yet
Ὅτι Ἑρκούλιος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικὸς, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. Τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς, καὶ τῷ Διοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑποῦργος καθίστατο.