Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 173
Not analysed yet
Ὅτι Βετρανίων ὁ ἐν Ἰλλυριοῖς ἀναγορευθεὶς βασιλεὺς πρὸς μακρὸν ἤδη γῆρας ἐληλακὼς, ἐμπειρίας τε καὶ τύχης ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενος τὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶ ἀμυήτως ἔχων, ὡς μηδἐ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν γνῶσιν παρειληφώς.