Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 175
Not analysed yet
Ὅτι Κωνστάντιος ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου μόνος τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης καταστὰς, βαρὺς ἦν τοῖς μὴ βουλομένοις τὰ Ἀρείου φρονεῖν, ποικίλαις τε τιμωρίαις αἰκίζων ἄνδρας τε καὶ γυναῖκας. Καὶ ξέναι παρὰ τὰς Ἑλλήνων κολάσεις ὑπὸ τῶν χριστιανίζειν λεγόντων ἐγίνοντο. 2. Ὅτι Κωνστάντιος ἀνὴρ ἦν ἤπιος καὶ γαληνὸς τὸν τρόπον, καὶ τοῖς φίλοις τε καὶ οἰκείοις ἐς τὰ μάλιστα πιστός ἀπό τε τῆς τοῦ ἤθους πρᾳότητος καὶ ταῖς οἰκείαις τῶν γυναικῶν πέρα τοῦ μετρίου κεχαρισμένος.