Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 185
Not analysed yet
Ὅτι Γρατιανὸς ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου τελευτὴν, αὐτίκα πρὸς τὴν ἑῴαν Ῥώμην διέθει, καὶ καταγνοὺς τῆς τοῦ θείου Οὐάλεντος περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ ̓ ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδιδοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκκλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτηρίων εἴργεσθαι Εὐνομιανοὺς, Φωτεινιανοὺς, Μανιχαίους.