Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 187.1
Not analysed yet
Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως, Οὐαλεντινιανὸς ὁ νέος βασιλεὺς ἀγγέλλεται ἐξ ἐπιβουλῆς τοιᾶσδε τεθνηκέναι. Ὁ τούτου πατὴρ Οὐαλεντινιανὸς γυναιξὶ πλείοσιν ἐχρήσατο παρὰ τοὺς διατεταγμένους Ῥωμαίων νόμους. Νόμους. Ἡ τοίνυν τούτου δευτέρα γυνὴ θυγάτηρ μὲν ἐλέγετο γεγενῆσθαι Ἰούστου, Μαγνεντίου δὲ γυνὴ τοῦ τυραννήσαντος κατὰ Κωνσταντίου χρόνους, [ἣ] διὰ νεότητα οὐ τυχοῦσα τέκνων ἐξ ἐκείνου χηρεύουσα καὶ ἐγκρατευομένη διετέλει· ἧς διὰ κάλλους ὑπερβολὴν ἐρασθεὶς ὁ βασιλεὺς, ἄγεται ταύτην κατὰ δεύτερον γάμον· ἐξ ἧς Οὐαλεκτινιανὸς ὁ νέος, ὁ Θεοδοσίῳ συμβασιλεύσας, ἐτέχθη, καὶ Γάλλα ἡ Θεοδοσίῳ συναφθεῖσα μετὰ τὴν Φλακίλλης τελευτὴν, καθ ̓ ὃν καιρὸν τόν τε Μάξιμον ἐνίκα καὶ τὸν Οὐαλεντινιανὸν ἔσωζεν· ὥστε ὑπῆρχεν αὐτῷ πρὸς τὰ κοινὰ τῆς βασιλείας καὶ ἡ τῆς κηδείας συνάφεια. Τότε δὴ οὖν τῆς τοῦ Οὐαλεντινιανοῦ ἀναιρέσεως διαγγελθείσης, μέγιστον κατεῖχε πένθος αὐτόν τε τὸν βασιλέα τῆς ἕω καὶ τὴν ἀδελφὴν τοῦ τετελευτηκότος, βασιλίδα Γάλλαν· μεγάλη τε ἐμελετᾶτο τοῦ πολέμου σπουδὴ κατὰ τοῦ τὸν φόνον ἐργασαμένου. Ἀρβογάστης δὲ ἦν, ἐκ τοῦ Φράγκων γένους, Βαύδωνος, τοῦ πρὸς Γρατιανοῦ τοῦ βασιλεύσαντος τὴν στρατοπεδαρχικὴν ἐξουσίαν ἐπιτραπέντος, υἱὸς, φλογοειδής τε καὶ βάρβαρος τὴν ψυχήν· ὃς τὸν Οὐαλεντινιανὸν βιασάμενος, εἰς τὴν τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ γὰρ ἦν ἀντιλέγειν αὐτῷ, διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην· οὗτος γὰρ πολλοὺς τῶν ἐν ἀξιώματι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς, τοῦ τὴν ὕπατον διέποντος, ἐπειδὴ δὲ τὸν Ἀρβογάστην ἐλύπησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρεψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς, σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. Καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετεπέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυράννου πράττειν ἡγούμενος, γραμματεῖον αὐτῷ τῆς διαδοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσι· ὅπερ δεξάμενος ὁ βάρβαρος καὶ ἀναγνοὺς, παραχρῆμα τοῖς ὄνυξι διεσπάραξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθεὶς, ἀπῄει πρόκωπον ἔχων τὸ ξίφος. Πολέμιος τοίνυν ἀπεδείχθη φανερὸς τῇ Ῥωμαίων ἀρχῇ· καὶ ὁ μὲν Οὐαλεντινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιππεύσασθαι. Ὁ δὲ βάρβαρος, τὴν κατ ̓ αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν, Βέρναν λεγόμενον, διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πολιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον τοῦτον εὑρὼν, ξίφει διεχρήσατο. Οὕτω μὲν οὖν Οὐαλεντινιανὸς ὀ νέος βιώσας ἔτη κ’, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβογάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθήμενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, ὁ θεῖος ἐπέστησε Ῥιχομήριος, ἡνίκα παρὰ τὸν Θεοδόσιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. Καὶ ὁ μὲν Ῥιχομήριος τὸ σῶμα καμὼν ἐτελεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρβαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας, ἄκοντί γε περιτίθησι τὸ σχῆμα. Ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον ἔστειλε, πειρώμενος εἰ ὁμολογοίη φίλος εἶναι, καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. Οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις, καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας, ἀπεπέμψατο. Αὐτὸς δὲ Ῥωμαῖκὸν μὲν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαῖνὰν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ, ἄρχοντας τῶν στρατοπέδων παραλαβὼν, ἅμα δὲ καὶ Στιλίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Σερήνης αὐτῷ προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκῶν Οὔννων, σὺν τοῖς παρεπομένοις φυλάρχοις διαναστήσας, εἴχετο τῆς πρὸς τὴν Ἰταίαν πορείας, ὡς ἂν τὸν Εὐγένιον, μηδέν τι προσδοκῶντα, ἀπαράσκευον καταλάβοι. Ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. Ὁ δὲ Ἀρβογάστης ἀντεμάνη, ἐπιθυμῶν πολέμου καὶ μάχης καὶ φόνων, καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ ̓ ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀνθρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλίσκοντο συνδαπανώμενοι ξίφεσιν. Ἄχρι μὲν οὖν περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν στρατοπέδων ὑπῆρχεν. Ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπαναχωρήσας, τὸν δὲ Θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρίζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας, τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας, ἐν ὅλοις τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν· ὡς ἅπαν τὸ τῶν πολεμίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν, καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. Ὁ δὲ Ἀρβογάστης ἐν τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη, τῷ σφετέρῳ περιπεσὼν ξίφει. Ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγένοντο· καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει, καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τύραννου.