Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 188
Not analysed yet
Ὅτι οἱ ἐπίτροποι Ἀρκαδίου καὶ Ὁνωρίου Ῥουφῖνος καὶ Στελίχων ἄμφω τὰ πάντων συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι. Καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδὲν εἰ μὴ Ῥουφίνῳ καὶ Στελίχωνι ἔδοξε· δίκαι τε ἅπασαι πρὸς τούτων ἐκρίνοντο· καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων εἴ πού τινι χωρίον κάλλιστον ἦν· καὶ ὁ δεσπότης εὐθὺς συνηρπάζετο. Ἑκάτερός τε αὐτῶν τὴν βασιλείαν περιεσκόπει.