Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 196
Not analysed yet
Πλακιδία εἶχε δύο στρατηγοὺς, ὧν τῷ μὲν ἑνὶ Βονιφατίῳ τὴν Λιβύην ἐπέτρεψεν, Ἀέτιον δὲ παρακατέσχεν. Ἐφθόνησεν Ἀέτιος καὶ ἔγραψε Βονιφατίῳ, ὅτι «ἡ βασίλισσα ἔχει κατὰ σοῦ, καὶ τούτου σημεῖον, ὅτι μετακαλέσεταί σε ὑπ ̓ οὐδεμιᾶς αἰτίας. Ἐὰν οὖν γράψῃ σοι ἐλθεῖν, μὴ ὑπακούσῃς· ἀναιρήσει γάρ σε.» Εἶτα κατῆλθε τὴν βασίλισσαν λέγων, ὡς ἀποστασίαν μελετᾷ ὁ Βονιφάτιος. «Καὶ τοῦτο γνώσῃ σαφῶς· ἐὰν γὰρ μετακαλέσῃ, φησὶν, αὐτὸν, οὐκ ἐλεύσεται.» Καὶ ἐπεὶ ἔγραψεν αὐτῷ ἐλθεῖν ἡ βασίλισσα, ἀληθῆ νομίσας ἐκεῖνος τὰ ὑπὸ Ἀετίου αὐτῷ μηνυθέντα, τὴν Λιβύην ἐνεχείρισε Γότθοις, καὶ οὐδὲ ἐκεῖνος ἐλθεῖν ἐπείθετο. Ὕστερον δὲ σταλέντων τινῶν πρὸς αὐτὸν, καὶ συμβάσεως γενομένης, τὸ ψεῦδος ἠλέγχθη. Κἀκεῖνον μὲν πλέον ἠγάπησεν ἡ βασίλισσα, τὸν δ ̓ Ἀέτιον ἐμυσάττετο μὲν τοιαῦτα ῥᾳδιουργήσαντα, οὐ μέντοι δράσαι τι κακὸν ἠδυνήθη. Τὴν Λιβύην οὔποτ ̓ ἴσχυσεν ἐξ ἐκείνου ἐπανασώσασθαι.