Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 198
Not analysed yet
Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων, καὶ ὑπὸ πάντων μισούμενος. Τότε μὲν οὖν Ἀττήλας, πρόφασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανίσταται τῇ Ῥωμαίων ἀρχῇ, καὶ τὸν εὐνοῦχον Χρυσάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ ̓ αὐτοῦ ἐπιβουλῆς. Ἐντεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παραγίνονται, καὶ πείθουσιν αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ εὐνούχου ὀργῆς.