Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 20
Not analysed yet
Ἐν δὲ τῇ τῶν Ἑλλήνων χώρᾳ Λάπαθος ὁ βασιλεὺς ἔσχεν υἱοὺς δύο, τὸν Ἀχαιὸν καὶ τὸν Λάκωνα· καὶ τελευτῶν ἐμέρισεν αὐτοῖς τὴν βασιλείαν, καὶ ὁ μὲν ἀχαιὸς τὴν ἰδίαν αὐτοῦ μοῖραν ἐκάλεσεν Ἀχαίαν, ὁ δὲ Λάκων, Λακωνικήν. [Καὶ μετ ̓ αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι τινὲς] ἄχρι τῆς βασιλείας Θεστίου. Ὁ [δὲ] Θέστιος ἔσχε θυγατέρας γʹ, τὴν Λήδαν, τὴν Κλυτίαν καὶ τὴν Μελανίππην. Ἔσχεν οὖν ἡ Λήδα [ἄνδρα] Τ[υνδαρέα], ἐξ οὗ ἔσχε θυγατέρα Κλυταιμνήστραν τὴν γαμηθεῖσαν Ἀγαμέμνονι. Ἡ τοίνυν Λήδα μοιχευθεῖσα ὑπό τινος ἀνδρὸς ἐπιφανοῦς Κύκνου, ἐκύησεν, ἅμα παῖδας τρεῖς, Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην τὴν Μενελάου γυναῖκα.