Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 209
Not analysed yet
Ὅτι ὁ Ῥεκίμερ εἰς διαφορὰν πρὸς τὸν Ἀνθέμιον καταστὰς, τὸν βασιλέα τῶν Ἑσπερίων, καὶ ταῦτα θυγατέρα αὐτοῦ κατεγγυηθεὶς Ἀλυπίαν, ἐμφύλιον ἔνδον τῆς πόλεως συνεκρότησε πόλεμον, ἐπὶ μῆνας θʹ (I. εʹ)· καὶ Ἀνθεμίῳ μὲν συνεμάχουν οἵ τε ἐν τέλει καὶ ὁ δῆμος, τῷ δὲ Ῥεκιμερι τὸ τῶν οἰκείων βαρβάρων πλῆθος. Συνῆν δὲ καὶ. Ὀδόακρος, γένος ὢν τῶν προσαγορευομένων Σκίρων, πατρὸς δὲ Ἰδικῶνος, καὶ ἀδελφὸς Ὀνοούλφου καὶ Ἁρματίου, σωματοφύλακός τε καὶ σφαγέως γενομένου. Καὶ ὁ μὲν Ἀνθέμιος κατῴκει ἐν τοῖς βασιλείοις· ὁ δὲ Ῥεκίμερ τὰ περὶ τὸν Τίβεριν διαφράξας, λιμῷ τοὺς ἔνδον ἐβιάζετο. Ἐντεῦθεν αὐτοῖς συμβολῆς γενομένης, πολὺ τῆς Ἀνθεμίου κατέπεσε μοίρας· τοὺς δὲ λοιποὺς ὁ Ῥεκίμερ παραστησάμενος δόλῳ, βασιλέα τὸν Ὀλύβριον ἀποδείκνυσιν. Πέντε γοῦν διόλου μῆνας ἐμφύλιος τῆς Ῥώμης ἐπεκράτει πόλεμος· ἄχρις οὗ τῶν περὶ τὸν Ἀνθέμιον ἐνδόντων τοῖς βαρβάροις καὶ τὸν βασιλεύοντα γυμνὸν καταλιπόντων, αὐτοῖς τοῖς πτωχεύουσιν ἀναμιχθεὶς, ἐν τοῖς πρόσφυξι τοῦ μάρτυρος Χρυσογόνου γίνεται. Ἐκεῖ τε τῆς κεφαλῆς ἀποτέμνεται ὑπὸ Γονδουβάνδου τοῦ Ῥεκίμερος ἀδελφοῦ, βασιλεύσας ἔτη πέντε, μῆνας γʹ, ἡμέρας ὀκτωκαίδεκα. 2. Ὁ δὲ Ῥεκίμερ αὐτὸν μὲν βασιλικῆς ἠξίωσε ταφῆς, τὸν δὲ Ὀλύβριον ἐπὶ τὴν βασιλείαν ἀνήγαγεν (αὐτόν). Ὀλυβρίου δὲ κατὰ τὸν εἰρημένον τρόπον τὴν Ῥωμαίων παρειληφότος ἀρχὴν, Ῥεκίμερ ἡμερῶν εἴσω λʹ καταλύει τὸν βίον, αἵματος αὐτῷ πλείστου ἐξεμεθέντος. Ὀλύβριος δὲ μετὰ τοῦτον ιγʹ μόνας ἐπιβιοὺς ἡμέρας, ὑδέρῳ συσχεθεὶς μεταλλάττει τοῖς βασιλεῦσιν [ἐν]αριθμηθεὶς εἰς μῆνας ἕξ. Τὴν δὲ τοῦ Ῥεκίμερος ὑπεισελθὼν Γουνδουβάλης, ἀνεψιὸς ὢν αὐτοῦ, Γλυκέριον, τὴν τοῦ Κόμητος τῶν δομεστίκων ἀξίαν ἔχοντα, ἐπὶ τὴν βασιλείαν ἄγει. Γνοὺς δὲ Λέων ὁ τῶν Ἑῴων βασιλεὺς τὴν τοῦ Γλυκερίου ἀναγόρευσιν, ἐπιστρατεύει κατ ̓ αὐτοῦ, Νέπωτα στρατηγὸν ἀποδείξας. Ὃς ἐπειδὴ τὴν Ῥώμην κατέλαβεν, ἀμαχεὶ τὸν Γλυκέριον ἐχειρώσατο, καὶ τῶν βασιλείων ἐξώσας ἐπίσκοπον Σάλωνος προχειρίζεται, ηʹ μῆνας ἐντρυφήσαντα τῇ ἀρχῇ. Εὐθὺς γοῦν ὁ Νέπως βασιλεὺς ἀναδειχθεὶς, ἦρχε τῆς Ῥώμης.