Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 24
Not analysed yet
Ὁ Πάρις ἐγκώμιον ἐξέθετο τῆς Ἀφροδίτης, ἤγουν τῆς ἐπιθυμίας, καὶ συγκρίνας αὐτὴν μετὰ Ἥρας καὶ Ἀθηνᾶς, δέδωκεν αὐτῇ τὸ μῆλον, ἤτοι τὴν νίκην, εἶπε δὲ [εἰς] αὐτὴν καὶ ὕμνον τὸν λεγόμενον κεστόν. 2. Ὁ Παλαμήδης διὰ τῆς τάβλας τὸν γήϊνον κόσμον ᾐνίξατο, τὸν ζωδιακὸν κύκλον διὰ τῶν δώδεκα κάσων, διὰ τοῦ ψηφοβόλου καὶ τῶν ἐν αὐτῷ ἑπτὰ κοκκίων τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων· διὰ δὲ τοῦ πύργου τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ δίδοται πᾶσι καλά τε καὶ φαῦλα. 3. Δίκτυς ὁ μετὰ Ἰδομενέως συστρατεύσας ἐπὶ. Τροίαν φησὶν ὅτι Πρίαμος ἔπεμψε καὶ πρὸς τὸν Δαυὶδ πρεσβείαν, καὶ πρὸς Ταυτάνην βασιλέα Ἀσσυρίων· καὶ ὁ μὲν Δαυὶδ οὐ προσήκατο ταύτην, ὁ δὲ Ταυτάνης ἔπεμψε τὸν Τιθωνὸν καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. (4) Φησὶ δὲ καὶ ὅτι Ἕκτορι εἰς ὑπάντησιν Πενθεσιλείας τῆς Ἀμαζόνος ἐξερχομένῳ νυκτὸς ἐπιθέμενος Ἀχιλλεὺς αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἀπέκτεινεν. (5) Ὁ αὐτὸς λέγει ὅτι καὶ τὸν παρὰ Πολυμνήστορος φυλαττόμενον Πολύδωρον Πριάμου παῖδα ἔλαβεν Αἴας ὁ μέγας πολεμῶν Πολυμνήστορι· ἀναγαγόντος οὖν αὐτὸν, οἱ Ἕλληνες πρὸ τοῦ τείχους τῆς πόλεως διεκηρύκευον λαβεῖν τὴν Ἑλένην καὶ δοῦναι τὸν παῖδα· ὡς δ ̓ οὐκ ἐπείθοντο, πάντων ὁρώντων κατετοξεύθη. 6. Ῥῆσος τὰς οἰκήσεις ἔχων ἐν Βυζαντίῳ ἐν τῷ λεγομένῳ Ῥηάτῳ (Ῥησίῳ S.) ,ὅπου νῦν ἐστιν ὁ τοῦ μεγαλομάρτυρος ἁγίου Θεοδώρου ναός. (7) Τὸ ἐν Τροίᾳ Παλλάδιον ζώδιον ἦν μικρὸν, ὑπὸ Ἀσίου τινὸς φιλοσόφου κατασκευασθὲν εἰς φυλακὴν τῆς πόλεως. (8). Ἐν τῷ μέλλειν τὴν Τροίαν ἁλίσκεσθαι, κατὰ τὴν ἑορτὴν τῶν ἀναθημάτων, τὸ τοῖς θύμασιν ἐπιβαλλόμενον πῦρ οὐχ ἧπτεν, ἀλλ ̓ ἐσβέννυτο· τοῦτο εἰπὼν Ὀδυσσεὺς τοῖς Ἕλλησιν ἤδη ἀπαγορεύσασιν καὶ μέλλουσιν ὑποχωρεῖν, ἐθάρρυνεν αὐτούς. 9. Ἡ Σικελία τρίγωνος οὖσα ὑπὸ τριῶν ἀδελφῶν ἐβασιλεύετο, ὧν ὁ μὲν ἐλέγετο Κύκλωψ, ὁ δὲ Πολύφημος. Καταπονηθεὶς δὲ ὑπ ̓ αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν, δώροις δελεάσας αὐτὸν καὶ οἴνῳ, τὴν αὐτοῦ μονογενῆ θυγατέρα ἁρπάσας ἔφυγεν, ὡς Σίσυφος ὁ Κῶος ἱστορεῖ. Ὅτι γοῦν ἀλλήλοις συνήρχοντο οἱ τρεῖς ὠνομάζοντο Κύκλωπες, καἰ ἐμυθεύσαντο ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους· ὁ δὲ Πολύφημος ἕνα, ὃν διὰ πυρὸς διετύφλωσεν Ὀδυσσεὺς, ὅτι τὴν αὐτοῦ θυγατέρα ἐκκαυθεῖσαν ἔρωτι ἀφείλετο. (10) Καλυψὼ καὶ Κίρκη Ἡλίου καὶ Σελήνης ἦσαν ἱέρειαι.