Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 26
Not analysed yet
Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπολέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαίαν ξυλίνῳ πρίονι διελὼν, καὶ τοὺς ἄλλους προφήτας φυγάδας καταστήσας τῆς Ἱερουσαλήμ. Διὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. Καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς, ἐπέγνωσε τὸν θεὸν οὐρανοῦ καὶ τῆς γῆς, καὶ προσελθὼν οὐ παρώφθη. Βασιλεύσας δὲ ἔτη πέντε καὶ πεντήκοντα μετήλλαξε τὸν βίον.