Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 31
Not analysed yet
Ῥωμαύλος πρῶτος ἐν Ῥώμῃ ἔκτισεν ἱππικὸν, καὶ διεῖλε τὸν δῆμον εἰς μέρη δʹ, εἰς τιμὴν τῶν δʹ στοιχείων, καὶ τὰς ιβʹ θύρας κατὰ τύπον τοῦ ζωδιακοῦ κύκλου ἰστόρηκεν, τὸ δὲ πέλμα τῆς γῆς πάσης, καὶ τὸν Εὐριπον τῆς θαλάσσης ὑπὸ [τῆς] γῆς μεσαζομένης· τὸν ἐπὶ τὰς θύρας καμπτὸν, τὴν ἀνατολὴν, καὶ τὸν ἐπὶ τὴν σφενδόνην, τὴν δύσιν, ὥς φησι χάραξ· τὰ ἑπτὰ σπάτια τὸν δρόμον [τῶν] ἑπτὰ πλανητῶν. Τὸ βένετον ἀπὸ Βενετίας ὠνόμασεν, ἐν ᾗ γίνονται κυανὰ χρώματα· καὶ προσεκόλλησε τῷ πρασίνῳ, ἤτοι τῇ γῇ (ὅπερ ἀπὸ τοῦ πραίσεται ὠνόμασε διὰ τὸ παραμένον), τὸ λευκὸν, ἤτοι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκράσεως δέονται. Τὸ δὲ ῥούσιον, ἤτοι τὸ πῦρ, τῷ κυανῷ, ἤτοι τῷ ὕδατι, ὑπέταξε, διότι τὸ πῦρ ὑπείκει τῷ ὕδατι.