Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 33
Not analysed yet
Νουμᾶς ὁ βασιλεὺς ἐκέλευσεν ἐν τοῖς ὑποδήμασι Ῥωμαίων τῶν πατρικίων τυποῦσθαι τὸ Ῥωμαῖκὸν κάππα, ὃ παρὰ τοῖς Ἕλλησιν ἐστὶ ῥὼ, οἳ διὰ τὸ τῶν κοινῶν ἐπιμελεῖσθαι πατέρων ἔσχον ἐπωνυμίαν. Ἐφόρουν οὖν οἱ πατρίκιοι τὰ καππάγια, ὡς οὐκ ἐξὸν ἄλλως ὁρᾶσθαι τῷ βασιλεῖ. (2) Ὁ αὐτὸς πρῶτος ἀπὸ χαλκοῦ καὶ σιδήρου ἐποίησεν ἀσσάρια, τῶν πρὸ αὐτοῦ δι ̓ ὀστρακίνων καὶ σκυτίνων τὴν χρείαν πληρούντων, ἅπερ ἀπὸ τοῦ οἰκείου ὀνόματος νουμία ἐκάλεσε. Τὸ δεσμωτήριον (?)τὸ νούμερον καὶ τὰ ὀρύγματα οἱ ὑπόνομοι ἀπὸ του Νουμᾶ τοῦ βασιλέως ὀνομάζονται, ὡς πρώτου ἐπινοησαμένου αὐτά.