Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 44
Not analysed yet
Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κινδύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτημένοις, καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ καταλάβοιεν τοῦ ἄστεως. Οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σωφρόνως τούς θ ̓ ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλαβόντος, καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπάσαντος.