Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 46
Not analysed yet
Ὅτι καὶ κατὰ τὴν πόλιν ἐμφύλιος ἀνεφλέγετο ταραχὴ, τοῦ δήμου πρὸς τὸ συνέδριον ἀπεχθῶς ἔχειν ἠρεθισμένου, ἀποστάντος δὲ σὺν ὅπλοις τῆς πόλεως, καὶ οὔτε συνοικεῖν ἔτι οὔτε κοινωνεῖν τῶν ἀγώνων βουλομένου τοῖς εὐπατρίδαις, εἰ μὴ τῶν τ ̓ ὀφλημάτων ἀπολυθείη, καὶ δικασταῖς χρῆσθαι τὸ ἐντεῦθεν οἰκείοις ἐπιτραπείη, ὡς ἐπικουρίαν τοῦ δημοτικοῦ τε καὶ εὐτελοῦς ὄχλου, οἳ τοῖς παρὰ τὸ προσῆκον ὑπὸ τῶν δυνατῶν κατειργομένοις ἀρήξοιεν, καὶ τῶν πολλῶν ἐλεύθερα διαφυλάξαιεν τὰ σώματα. Δείσαντες δὲ οὖν οἱ ἐν τέλει, μὴ ἐν τούτῳ τι πρὸς τῶν περιοίκων νεωτερισθείη, τοῦ δήμου πολεμίου τε ὄντος καὶ πρὸς τὰς ἔξω στρατιὰς οὐχ ὑπακούοντος, τὰ ἐξαιτησόμενα** καὶ διαλλαγὰς ἐπὶ τούτοις εὑρίσκονται.