Ancient Greek
55 to 56
JOANNES ANTIOCHENUS, Fragmenta 55-56
Not analysed yet
Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ ̓ ὁ μὲν Σέλευκος, ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ, κατακτείνεται. Ὅτι Δημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαὶοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς ἐννοίας (εὐν. ?),ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. Ἐπανελθόντα δὲ τὸν Δημήτριον ἐκποδὼν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους.