Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 6.1
Not analysed yet
Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσσυρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πλεμιστής. ᾭτινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡς θεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πολέμων θεός. 2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ Δανάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων, καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς Πέρσας. 3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ ̓ αὐτοῦ. 4. Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιάδος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ τεθῆναι. Καὶ Κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ Δία καλοῦσι.» 5. Μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν ἐβασίλευσεν ὁ τούτους υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν. Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί που οʹ (μετὰ πολλῶν γὰρ μιγνύμενος ὁ Ζεὺς ἐτεκνοποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ, ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν ἔτη λθʹ. 6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσπερος. Οὗτος Ἡρακλῆς κατέδειξε [πρῶτος] τὸ φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν. Διὰ γὰρ τοῦ ῥοπάλου τῆς κρατερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυμίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος (1. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά. 7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος, ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πληγεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πολέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων γυναιξὶ μονανδρεῖν καὶ σωφρόνως διάγειν. 8. Μετὰ [δὲ τὴν] τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ Ἥλιος ἡμέραις, δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμερας ͵δυοζʹ. Οὔτε γὰρ ᾔδεισαν τότε Αἰγύπτιοι ἢ ἄλλοι τινὲς ἐνιαυτὸν ψηφίσαι, ἀλλ ̓ ἄλλοι μὲν τὰς περιόδους τῆς σελήνης εἰς ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῶν ἡμερῶν· οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξ ὅτου ἐπωνομάσθη τὸ ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. Ὁ τοιοῦτος βασιλεὺς Αἰγύπτου Ἥλιος κατασχὼν γυναῖκα μοιχευομένην ἐτιμώρησεν αὐτὴν, στηρίζων τὴν τοῦ πατρὸς αὐτοῦ νομοθεσίαν· καὶ τοῦτό ἐστιν ὃ ποιητικῶς φησὶν Ὅμηρος, ὡς Ἥλιος ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρεϊ. Ἀφροδίτην γὰρ ἐκάλεσε τὴν ἐπιθύμησιν τῆς πορνείας ὑπὸ ἡλίου βασιλέως ἐλεγχθείσης. Τὸ δὲ ἀληθὲς Παλαίφατος ὁ σοφώτατος χρονογράφος συνεγράψατο. 9. Μετὰ τὴν Ἡλίου τελευτὴν ἐβασίλευσε Σῶσις. Μετὰ ταῦτα ἕτεροι δύο, καὶ μετ ̓ αὐτοὺς Θοῦλις, ὃς παραλαβὼν πᾶσαν τὴν γῆν μετὰ (1. ἕως) τοῦ ὠκεανοῦ ἦλθεν ἐν τῇ Ἀφρικῇ εἰς τὸ μαντεῖον· καὶ θυσιάσας ἐπυνθάνετο λέγων· «Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ ̓ ἐμέ;» Καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος·» Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. [Ταῦτα δὲ] σύμφυτα πάντα καὶ [ἔντυμο] εἰς ἓν ἰόντα, οὖ κράτος αἰώνιον (ἀέναον conj. Lobeck.) . 10. Μετ ̓ αὐτὸν ἐβασίλευσεν Αἰγυπτίων ἐκ τῆς φυλῆς Χὰμ Σῶστρις, ἐφ ̓ οὗ μετῳκίσθησαν ἐν Περσίᾳ Σκύθαι. Ἐν τοῖς χρόνοις τοῦ Σώστριδος ἦν Ἑρμῆς ὁ τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς [ἐν σοφίᾳ], ὃς ἔφρασε τρεῖς μεγίστας δυνάμεις εἶναι, τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, [μίαν δὲ] θειότητα εἶπεν εἶναι· διὸ καὶ ἐκλήθη ὑπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος. Ἐμφέρονται δὲ ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις αὐτοῦ ῥήματα ταῦτα· 11. «[Ἦν φῶς] νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν αὑτῷ ὢν, ἀεὶ τῷ αὑτοῦ νοΐ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κτίστης καὶ πατὴρ καὶ θεὸς, καὶ πάντα ὑπ ̓ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» (12) Καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· «ὁρκίζω σε, οὐρανὸν, θεοῦ μεγάλου σοφὸν ἔργον, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πνεύματος τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως, ἵλεως ἔσο·» ὥστε οὖν καὶ Ἑρμῆς ὁ τρισμέγιστος καίτοι γε ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησε. 13. Μετὰ Σῶστριν ἐβασίλευσε τῶν Αἰγυπτίων Φαραὼ ὁ καὶ Καραχὼ, ἀφ ̓ οὗ οἱ τῶν Αἰγυπτίων δυνάσται τὴν ἐπωνυμίαν ἔλαβον Φαραώ. 14. Καθ ̓ ὃν δὲ χρόνον ἐβασίλευσε τῶν Ἀργείων ἐν τοῖς δυτικοῖς μέρεσιν Ἴναχος ἐκ τῆς φυλῆς Ἰάφεθ καταγόμενος, καὶ κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης, Ἰώ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι· καὶ ἠγάγετο γυναῖκα Μηλίαν, ἀφ ̓ ἧς ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα Ἰὼ, ἣν Πῖκος ὁ καὶ Ζεὺς ἥρπασε, καὶ ἐξ αὐτῆς ἔσχεν θυγατέρα Λιβύην. Ἡ τοίνυν Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ διαφθορᾷ, ἀφεῖσα τοὺς γονεῖς, τοὺς ἀδελφοὺς καὶ τὴν θυγατέρα Λιβύην, ἔφυγεν εἰς Αἴγυπτον, κἀκεῖθεν ἐπὶ τὴν Συρίαν ἀπῆλθεν εἰς τὸ Σίλπιον καλούμενον ὄρος, εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ἔκτισε πόλιν καὶ εἰς ὄνομα τοῦ υἱοῦ Ἀντιόχειαν ἐκάλεσε, κἀκεῖ ἐτελεύτα. Καὶ ἀπελθόντες εἰς ἀνζήτησιν αὐτῆς οἱ ἀδελφοὶ καὶ εὑρόντες θανοῦσαν ἔκτισαν αὐτῇ ἱερὸν ὅπερ ἐκάλεσαν Ἰώπολιν. 15. Ἡ δὲ Λιβύη γαμηθεῖσα Ποσειδῶνί τινι ἔτεκεν ἐξ αὐτοῦ παῖδας γʹ, Ἀγήνορα, Βῆλον καὶ Ἐνυάλιον. Ὁ Βῆλος γαμήσας Σίδην ἔσχε δύο υἱοὺς, Αἴγυπτον καὶ Δαναόν· ἐξ οὗ Αἴγυπτος καὶ Σιδὼν ὠνομάσθησαν. Ὁ δὲ Ἀγήνωρ ἤγαγε τὴν Τυρώ· ἐξ οὗ Τύρος πόλις· καὶ ἔσχεν υἱοὺς δ ̓ καὶ θυγατέρα μίαν, Κάδμον, Φοίνικα, Σύρον καὶ Κίλικα καὶ Εὐρώπην· καὶ ἔλαχον τὰς ἐπωνύμους χώρας Καδμείαν τὴν Θήβης, τὴν Φοινίκην, τὴν Συρίαν, τὴν Κιλικίαν καὶ τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρπάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα. 16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν [βα]φὴν, τὴν καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα κογχύλην καὶ τὸν [ποι]μένα ἐκμάσσοντα μετὰ πόκον προ[βάτου] τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν πόκον [ὡς μέγα δῶρον] τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα. 18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ, ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς τοῦ Πίκου Διὸς ἀπὸ Δανάης γενόμενος ὀνόματι Περσεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντασίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λαβὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναιρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. **γυναικὸς Ἀνδρομέδας, καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀντεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Γαρσόν [ἐν τῇ κώμῃ τῇ] λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρηματίσθη̣) γὰρ κατ ̓ ὄναρ ὅτι ἐν τῷ (1. ᾧ) τόπῳ μετὰ τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρσὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περσίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς Γοργόνος τελετάς. (18*) Καθ ̓ ὃν δὴ χρόνον κατηνέχθη σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· [ὃ] καὶ μέχρι νῦν φυλάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ παρτὶ Ἀνδρομέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο, καθ ̓ ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργόνος· ὁ δὲ μὴ βλέπων οὐκ ἔ[θανεν]· ὁ δὲ Περσεὺς [ἀγνοῶν] δι ̓ ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργόνος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ ̓ αὐτοῦ φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην ἑωρακὼς ἐτελεύτα. (20) Βασιλεύει μετ ̓ αὐτὸν Περσῶν ὁ υἱὸς αὐτοῦ Μέρρος, ὅστις ἔκαυσε τὴν μυσαρὰν ἐκείνην κεφαλὴν τῆς Γοργόνος.