Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 7
Not analysed yet
Διόνυσος πολεμήσας Πενθεῖ τῷ ἐξαδέλφῳ δέσμιος ἤχθη· Ἀγαυὴ δὲ ἡ μήτηρ Πενθέως ἔπεισεν αὐτοὺς σπείσασθαι ἐνώπιον τοῦ πάππου Κάδμου· ὁ δὲ Διόνυσος ἐνετείλατο τοῖς οἰκείοις ἀνελεῖν Πενθέα· καὶ ἐμυθεύθη ὅτι ἡ Ἀγαυὴ τὸν οἰκεῖον διεσπαραξεν, οἷα τοῦ θανάτου αὐτοῦ αἰτία γενομένη. Στασιασάντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ θανάτῳ Πενθέως, Διόνυσος μὲν ἀπελαύνετο, προχειρίζεται δὲ Λυκοῦργος.