Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 64.1
Not analysed yet
Ὅτι Ποπλίου Σκιπίωνος, ἐπίλησιν Νασικᾶ, καὶ Καλπουρνίου Βεστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι, ἐναντία Ἰουγούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. Αἰτία δὲ τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανάσης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νουμιδίας, Ῥωμαίοις γεγονὼς πιστὸς σύμμαχος. Τούτῳ παῖδες γίνονται Μασθανάβαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιψίχας. Τελευτησάντων δὲ τῶν ἑτέρων νέων ἔτι, Μιψίχας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκδέχεται· γενομένοις δὲ ἀφ ̓ ἑαυτοῦ δύο παισὶ Ἀδερβάλλῳ τε καὶ Ἱεμψάλῳ, τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κράτος, συνάρχοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας τὴν οἰκείαν τῆς βασιλείας μοῖραν, ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρβαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, καὶ διαφθείρας τοὺς ἄνδρας, αὐτὸς ἁπάσης παρανόμους ἐκράτει τῆς Νουμιδίας. Ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμμάχων συμφορὰν, ἀλλ ̓ ἀμύνειν πάσῃ δυνάμει· καὶ δὴ στρατεύειν ἐπ ̓ αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάττεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς, εἰς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀναξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον, ἀπαλλάττει τῆς ἀρχῆς τὸν Βεστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ πολέμου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. Ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν, ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρίτον Κόῖντον Κεκίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον ἐκπέμπει πόλεμον. Ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμένην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμένων, φρονήματι γενναίῳ καὶ μετρίᾳ τῶν ἀμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαῖκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰργασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε μάχαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξελὼν, καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας, τοὺς δὲ ζῶντας χειρωσάμενος. Οὐ πόρρω γοῦν ἀπέχων τοῦ τέλους τῶν πραττομένων, παρελύθη τῆς ἀρχῆς, Γαίου Μαρίου τὴν ἀρχὴν διαδεξαμένου. Παραλαβὼν δὲ τὰς δυνάμεις ὁ Μάριος κρατεῖ μὲν ἀντιταξαμένων τῶν περὶ τὸν Ἰουγούρθαν τὸν βασιλέα τῶν Μαυρουσίων, πόλεις δὲ καὶ οὗτός τινας τῶν Νουμιδῶν καθελὼν, ὡς πέρας εὐτυχὲς δι ̓ ὀλίγου τοῦ παντὸς ἀγῶνος ἀφίκετο, ἔχων ὑπὸ χεῖρα τὸν βασιλέα τῶν ἐναντίων, προδοθέντα μὲν ὑπὸ Βόκχου τοῦ Μαυρουσίου συμμάχου τοῖς ἐναντίοις, ἀχθέντα δὲ αἰχμάλωτον ὑπὸ Κορνηλίου Σύλλου, ἀνδρὸς μεγάλου τε καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου, καὶ φιλοφροσύνῃ λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς, τὸν μὲν Ἰουγούρθαν καταφυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτὸν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικόμενος τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. Οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφροσύμη μείζονα πολλάκις τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρθωσε στρατοπέδων. Ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμενος, καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειούμενος, ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ ὁ μὲν Βόκχος παραδιδοὺς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρθαν παραλαμβάνων· ἐφ ̓ ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο.