Ancient Greek
62 to 63
JOANNES ANTIOCHENUS, Fragmenta 62-63
Not analysed yet
Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δούλων καθαίρεσιν, Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευτήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν ἐν τέλει στρατηγῶν, νεωτέρων ἁπτόμενον καὶ τὸν δῆμον ἀνασείοντα, ξύλῳ παίσας κατέκτανεν. Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάντος τοῦ δήμου, Σκιπίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρθένῳ παιδὶ, καὶ τῆς οἰκίας ἅμα τοῖς ὑπάρχουσιν ἀποστερεῖται. Τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπιδοθῆναι.