Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 76
Not analysed yet
Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρα τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν, Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. Ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. Οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίᾳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς, ἥλῳ μὲν, οὐ μὴ ἀνηρέθη, ἀλλ ̓ ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος, σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας.