Ancient Greek
Dfhg-Source dfhg4_JOANNES_ANTIOCHENUS
JOANNES ANTIOCHENUS, Fragmenta 79b
Not analysed yet
Τιβέριος, Ὀκταβίου υἱὸς, βασιλεὺς Ῥωμαίων, ἐμπλήκτως καὶ ἀνοήτως τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ καὶ ἀθέσμῳ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος· στρατείαν μὲν γὰρ ἅπασαν αὐτὸς ἠρνήσατο, διὰ δὲ τῶν ὑποστρατήγων γλίσχρως καὶ ῥᾳθύμως τοῖς ἐναντίοις προσπολεμῶν*, Κακοήθης δὲ ὢν ἔστιν οὓς τῶν συμμάχων βασιλεῖς τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν Ἀρχέλαος ἦν ὁ Καππαδόκων βασιλεὺς, ὃν ἠπίοις καὶ θεραπευτικοῖς καλέσας ὡς ἑαυτὸν λόγοις, οὐκέτι πρὸς τὴν οἰκείαν ἀπονοστῆσαι συνεχώρησεν, ἀλλ ̓ ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφηνε, καὶ τὴν μεγίστην τῶν τῇδε πόλεων, Μάζακα ἔμπροσθεν ὑπὸ τῶν ἐποίκων ὀνομαζομένην, ἀφ ̓ ἑαυτοῦ φέρειν τὴν προσηγορίαν ἐπέταξεν· ἥπερ δὴ καθ ̓ ἡμᾶς Καίσαρός ἐστι ἐπώνυμος. Ἐς γῆρας δὲ ὅμως μακρὸν προελθὼν θνήσκει.