Ancient Greek · ~17 min
ΠΡΟΣ ΔΗΜΗΤΡΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Demetrium de compunctione (lib. 1) 1.1
Not analysed yet
Ἐγώ σε ὁρῶν, ὦ μακάριε Δημήτριε, συνεχῶς ἐγκείμενον ἡμῖν, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς περὶ κατανύξεως ἀπαιτοῦντα λόγους, ἐμακάρισά τε ἀεὶ καὶ ἐθαύμασα τὴν ἐν τῇ σῇ ψυχῇ καθαρότητα. Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν. Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ πόθῳ, ὅτι τοσαύτην ἀθρόως δέχονται τὴν μεταβολὴν, ὡς εὐθέως πρὸς τὸν οὐρανὸν μεταστῆναι· καθάπερ γάρ τινων δεσμῶν χαλεπῶν, τῶν τοῦ κόσμου φροντίδων ἀπολύσαντες τὴν ψυχὴν, οὕτως ἀφιᾶσι πέτεσθαι πρὸς τὸν οἰκεῖον αὐτῇ τόπον καὶ συγγενῆ. Ἀλλὰ τοῖς μὲν πολλοῖς τοῦτο ὀλιγάκις τοῦ παντὸς χρόνου συμβαίνειν εἴωθε· σὲ δὲ, ὦ θεία κεφαλὴ, διαπαντὸς οἶδα τούτῳ κατεχόμενον τῷ πυρὶ τῆς κατανύξεως. Καὶ μαρτυρήσειαν ἄν μοι αἵ τε ἄϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαὶ, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ. Τί οὖν ἄν σοι γένοιτο πλέον παρὰ τῶν ἡμετέρων λόγων; Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφὴν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἄν τις θείη εἶναι τεκμήρια; Εἰ μὲν οὖν ἡμᾶς καθεύδοντας διυπνίσαι βουλόμενος ἐπὶ ταύτην εἵλκυσας τὴν ὑπόθεσιν, καὶ τῆς φιλοσοφίας καὶ τῆς προνοίας ἀποδέχομαι τῆς πολλῆς· εἰ δὲ ἀληθῶς τὸ σαυτοῦ σκοπῶν, καὶ τοῦ διαναστήσοντος δεῖσθαι νομίζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως ἡμᾶς ἐδίδαξας, ὅτι σοι τῶν παρ' ἡμῶν οὐδενὸς δεῖ. Πλὴν ἀλλὰ καὶ οὕτως εἴξομέν σοι, καὶ πεισθησόμεθα πάντων ἕνεκεν, καὶ τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεὸν καὶ τῆς περὶ τὴν αἴτησιν σπουδῆς, καὶ τῆς φιλίας τῆς πρὸς ἡμᾶς· σὺ δὲ ἡμᾶς ἀντὶ τούτων ταῖς εὐχαῖς ταῖς σαῖς ἀμείβου, ὥστε ἡμῖν καὶ τὸν βίον ὀρθωθῆναι τοῦ λοιποῦ, καὶ ἐν τῷ παρόντι δυνηθῆναί τι γενναῖον εἰπεῖν, καὶ ἱκανὸν τάς τε κειμένας ἀναστῆσαι καὶ τὰς παρειμένας ἐπισφίγξαι καὶ συγκροτῆσαι ψυχάς. Πόθεν οὖν ἡμῖν, πόθεν ἀρκτέον τούτου τοῦ λόγου; τίνα αὐτῷ θεμέλιον, ποίαν κρηπῖδα θήσομεν; Ἦ δῆλον ὅτι τοῦ Χριστοῦ τὰ ῥήματα, δι' ὧν ταλανίζει μὲν τοὺς γελῶντας, ἐν δὲ τοῖς μακαριζομένοις τίθησι τοὺς πενθοῦντας, οὑτωσὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ, Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Καὶ μάλα εἰκότως· πένθους γὰρ ἀληθῶς, πένθους καὶ ὀδυρμῶν ὁ παρὼν ἅπας καιρός· τοιαύτη συμφορὰ τὴν οἰκουμένην κατείληφεν ἅπασαν, τοιαῦτα ἅπαντας ἀνθρώπους συνέχει κακά· ἅπερ εἴ τις μετὰ ἀκριβείας ἐξετάζειν ἐθέλοι, εἴ γε δυνατὸν μετὰ ἀκριβείας, οὐ παύσεται ὀδυρόμενος καὶ πενθῶν· οὕτως ἅπαντα ἀνατέτραπται καὶ συγκέχυται, καὶ ἀρετῆς ἴχνος οὐδαμοῦ. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν συνεχόντων ἡμᾶς δεινῶν αἴσθησιν οὔτε αὐτοὶ ἔχομεν, οὔτε ἄλλοις παρέχομεν, ἀλλ' ἐοίκαμεν σώματι ἔξωθεν μὲν ἀνθοῦντι, πολλῷ δὲ ἔνδοθεν τηκομένῳ πυρί· τῆς δὲ ἀναλγησίας ἕνεκεν οὐδὲν τῶν παραπαιόντων διενηνόχαμεν, οἳ πολλὰ μὲν ἐπικίνδυνα καὶ αἰσχρὰ καὶ λέγουσι καὶ πράττουσιν ἀδεῶς, αἰσχύνονται δὲ τούτων οὐδὲν, ἀλλὰ καὶ ἐναβρύνονται, καὶ τῶν καθεστηκότων μᾶλλον ὑγιαίνειν νομίζουσιν. Οὕτω δὴ καὶ ἡμεῖς, τὰ τῶν νοσούντων ἅπαντα πράττοντες, οὐδὲ αὐτὸ τοῦτο, ὅτι νοσοῦμεν, ἴσμεν. Ἀλλ' ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν ἡμᾶς ἐνοχλήσῃ πάθος, καὶ ἰατροὺς καλοῦμεν, καὶ χρήματα ἀναλίσκομεν, καὶ καρτερίαν ἐπιδεικνύμεθα, καὶ οὐ πρότερον ἀφιστάμεθα, ἅπαντα πράττοντες, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν· τῆς δὲ ψυχῆς καθ' ἑκάστην ἡμέραν κεντουμένης, σπαραττομένης τοῖς πάθεσι τοῖς σωματικοῖς, καιομένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχομεν λόγον. Τὸ δὲ αἴτιον, ὅτι ἅπαντας ἡ νόσος κατείληφε· καὶ καθάπερ ἐπὶ τῶν καμνόντων τὰ σώματα, εἰ συμβαίη μηδένα παρεῖναι τῶν ὑγιαινόντων αὐτοῖς, οὐδὲν τὸ κωλύον ἅπαντας εἰς τὴν ἐσχάτην καταπεσεῖν φθορὰν, μηδενὸς αὐτῶν τὰς ἀλόγους ἐπιθυμίας κατέχοντος· οὕτω καὶ ἐφ' ἡμῶν διὰ τὸ μηδένα εἶναι τὸν ὑγιαίνοντα καθαρῶς ἐν τῇ πίστει, ἀλλὰ πάντας ἀῤῥωστεῖν, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, οὐδεὶς ὁ τοῖς κειμένοις ἐξαρκέσων ἐστίν. Εἰ γάρ τις ἔξωθέν ποθεν ἡμῖν ἐπιστὰς, καὶ τοῦ Χριστοῦ τὰ προστάγματα, καὶ τῆς πολιτείας τῆς ἡμετέρας τὴν σύγχυσιν καταμάθοι καλῶς, οὐκ οἶδα εἴ τινας ἑτέρους μᾶλλον ἡμῶν ἐχθροὺς ὑπολήψεται εἶναι τοῦ Χριστοῦ· καθάπερ γὰρ ἐσπουδακότες τὴν ἐναντίαν αὐτοῦ ἐλθεῖν τοῖς ἐπιτάγμασιν, οὕτω ταύτην ὡδεύσαμεν τὴν ὁδόν.