Ancient Greek · ~16 min
ΠΡΟΣ ΔΗΜΗΤΡΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Demetrium de compunctione (lib. 1) 2.1
Not analysed yet
Καὶ ἵνα μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα τὰ παρ' ἡμῶν, τὴν ἀπόδειξιν ἐπαγαγεῖν ἤδη πειράσομαι, ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ αὐτῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Τί οὖν φησιν ὁ Χριστός; Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα μὲν οὖν ὁ Χριστός. Ἡμεῖς δὲ τῶν ἀπιστούντων αὐτῷ μᾶλλον τὸν νόμον τοῦτον κατεπατήσαμεν, καθ' ἑκάστην ἡμέραν μυρίαις τοὺς ἀδελφοὺς πλύνοντες λοιδορίαις. Καὶ τὸ δὴ καταγελαστότερον, ὅτι τὸ μωρὸς ὄνομα παραφυλαττόμενοι, πολλάκις ἑτέρας τούτου ὕβρεις πικροτέρας ἐπάγομεν, ὡς ἐκείνου μόνου τοῦ ῥήματος τὴν κόλασιν ἔχοντος. Τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ τὸν ὑβριστὴν καθάπαξ κολάζων, τοῦτο τέθεικε τὸ ἐπιτίμιον· καὶ δῆλον ἐξ ὧν καὶ Παῦλός φησιν, οὑτωσὶ λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὐ μοιχοὶ, οὐ μαλακοὶ οὔτε ἀρσενοκοῖται, οὐ κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι. Εἰ δὲ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος, ὁ κακοῦργον καὶ βάσκανον καὶ εὐχερῆ καὶ κενόδοξον, καὶ μυρία ἄλλα τοιαῦτα κακηγορῶν, πόσον ἑαυτῷ τὸ τῆς γεέννης συνάξει πῦρ; Τὸ γὰρ, Μωρὲ, καὶ Ῥακὰ, τῶν εἰρημένων πολλῷ κουφότερον· διόπερ ἐκεῖνο παρεὶς, τοῦτο τέθεικεν ὁ Χριστὸς, ἵνα μάθῃς ὅτι, εἰ τὸ φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατ' αὐτοῦ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτερα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται. Εἰ δέ τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκουσι (καὶ γάρ τινας οἶδα τοῦτο παθόντας ἐγὼ, καὶ νομίζοντας ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν), ὥρα αὐτοὺς τοὺς μοιχοὺς, τοὺς ἀρσενοκοίτας, τοὺς μαλακοὺς, τοὺς εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου μόνον ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν. Τί οὖν, φησίν; ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ καὶ πλεονέκτου καὶ εἰδωλολάτρου κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκείνοις, τῷ Παύλῳ πείθομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι δι' αὐτοῦ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων πολλοὶ τοῦτο πεπόνθασι, καὶ τὰ πάντως ἐκβησόμενα ὑπερβολικῶς εἰρῆσθαι νομίζουσι· διαβολικὴ δέ ἐστιν αὕτη ἡ παγίς. Ἵνα γὰρ τὸν φόβον τῆς μελλούσης ἐκλύσῃ κολάσεως τῶν κατανυγέντων ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ χαυνοτέρους ἐργάσηται περὶ τὴν ὑπακοὴν τῆς ἐντολῆς, τὴν ἀπὸ τῆς ὑπερβολῆς παραμυθίαν εἰσήγαγεν, εἰς μὲν τὸ παρὸν ἱκανὴν χαρίσασθαι ταῖς ῥᾳθυμοτέραις ψυχαῖς ἀπάτην, ἐλεγχθησομένην δὲ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε κέρδος οὐδέν. Τί γὰρ ὄφελος, εἰπέ μοι, νῦν ἀπατηθέντας, τότε συνιδεῖν τὴν ἀπάτην, ὅταν μηδὲν ᾖ ἀπὸ τῆς μετανοίας εἰς τὸν τῆς ἀναστάσεως ἀπόνασθαι λόγον; Μὴ δὴ μάτην ἀπατῶμεν ἑαυτοὺς, καὶ παραλογιζώμεθα ἐπὶ κακῷ, μηδὲ ἑτέραν προκαλώμεθα τιμωρίαν, τὴν ἐκ τῆς ἀπιστίας. Οὐ γὰρ μόνον τὸ μὴ εἴκειν ταῖς ἐντολαῖς τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ ἀπιστεῖν αὐταῖς χαλεπωτάτην ἐπάγει τὴν κόλασιν· τὸ δὲ ἀπιστεῖν γίνεται ἐκ τοῦ πρὸς τὴν ἐκπλήρωσιν ἐκλελύσθαι τῶν ἐντολῶν. Ὅταν γὰρ τὴν ἐκτῆς ὑπακοῆς ἀσφάλειαν μὴ ἐθελήσωμεν ἑαυτοῖς πορίσασθαι, μηδὲ τὰ προστεταγμένα ποιεῖν, ὥστε ἀπαλλάξαι τοῦ φόβου τῶν μελλόντων τὸν λογισμὸν, βαρυνόμενοι τῷ συνειδότι καὶ ἀγχόμενοι, καὶ τὸν πολὺν τῶν κειμένων κολάσεων φόβον ἀποῤῥῖψαι σπουδάζοντες, εἰς ἕτερον ἑαυτοὺς καταβάλλομεν βάραθρον, ἀπιστοῦντες τοῖς κολαστηρίοις ἐκείνοις. Καὶ καθάπερ οἱ πολλῷ συνεχόμενοι πυρετῷ, καὶ κατὰ τῶν ψυχρῶν πηδῶντες ὑδάτων, οὐκ ἀποτινάσσονται τὸ πνῖγος, ἀλλ' ἕτερον ἑαυτοῖς προστιθέασι πῦρ· οὕτω καὶ ἡμεῖς, κεντούμενοι τῷ τῶν ἁμαρτημάτων συνειδότι, εἰς τὸν τῆς ὑπερβολῆς εὔριπον καταποντίζειν ἑαυτοὺς ἀναγκαζόμεθα, ἵνα πάντα ἀδεῶς ἁμαρτάνωμεν τοῦ λοιποῦ. Οὐδὲ γὰρ μόνον παροῦσιν ὀργιζόμεθα τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ ἀποῦσι πολλάκις μαχόμεθα· ὅπερ ὑπερβολὴ θηριωδίας ἐστί. Καὶ τοὺς μὲν μείζους ἑαυτῶν καὶ δυνατωτέρους καὶ ἀδικοῦντας καὶ ὑβρίζοντας φέρομεν μετὰ ἐπιεικείας πολλῆς, διὰ τὸν παρ' αὐτῶν φόβον, πρὸς δὲ τοὺς ὁμοτίμους καὶ ἐλάττονας οὐδὲν λελυπηκότας ἀπεχθανόμεθα. Τοσοῦτον ὁ παρὰ τῶν ἀνθρώπων φόβος τοῦ παρὰ τοῦ Χριστοῦ μείζονα ἔχει τὴν ἰσχύν.