Ancient Greek · ~20 min
ΠΡΟΣ ΔΗΜΗΤΡΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Demetrium de compunctione (lib. 1) 3.1
Not analysed yet
Ἔστιν οὖν ἡμῖν σωτηρίας ἐλπὶς τοσαύτην ἐνδεικνυμένοις ὀλιγωρίαν καὶ καταφρόνησιν; πόθεν, εἰπέ μοι; Τί τοίνυν φορτικὸν ἀπῄτησε, τί δὲ ἐπαχθὲς παρ' ἡμῶν ὁ Χριστός; Μὴ ὀργίζου, φησὶ, τῷ ἀδελφῷ σου εἰκῆ. Πολὺ δὲ τοῦτο εὐκολώτερον τοῦ φέρειν ἕτερον ὀργιζόμενον εἰκῆ· ἐκεῖ μὲν γὰρ συνῆκται ἤδη τοῦ πυρὸς ἡ ὕλη, ἐνταῦθα δὲ, οὐδενὸς ὑποκειμένου, τὴν φλόγα ἀνάπτεις αὐτός· οὐκ ἔστι δὲ ἴσον, ἑτέρου λαμπάδα προσάγοντος, καρτερεῖν καὶ μὴ πίμπρασθαι, καὶ μηδενὸς παρακινοῦντος ἡσυχάζειν καὶ ἠρεμεῖν Ὁ μὲν γὰρ ἐκείνου κρατήσας, μεγίστης φιλοσοφίας βάσανον ἐπεδείξατο· ὁ δὲ τοῦτο κατορθῶν, οὐδενὸς ἂν εἴη θαύματος ἄξιος. Ὅταν οὖν τὸ μεῖζον διὰ τὸν τῶν ἀνθρώπων φόβον ἀνύοντες, διὰ τὸν τοῦ Θεοῦ μηδὲ τὸ ἔλαττον βουλώμεθα, ἐννόησον ὅσης κολάσεως καὶ τιμωρίας ὑπευθύνους καθιστῶμεν ἑαυτούς. Τὸν τοίνυν ἀδελφὸν μὴ τὸν ὁμότιμον μόνον, μηδὲ ἐλεύθερον νομίσῃς εἶναι, ἀλλὰ καὶ τὸν οἰκέτην· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος, κατὰ τὸν Ἀπόστολον. Ὥστε κἂν πρὸς τοὺς δούλους. ἀγριαίνωμεν εἰκῆ, τὴν αὐτὴν ὑποστησόμεθα δίκην· ἀδελφὸς γὰρ καὶ οὗτός ἐστι, καὶ τῆς ἐλευθερίας ἠξίωται τῆς ἀληθοῦς, ἓν πνεῦμα ἔχων. Τίς οὖν λοιδορίας καθαρὸν τὸν ἑαυτοῦ βίον καὶ ὀργῆς ἀλόγου καὶ ματαίας ἐπιδεῖξαι δύναται; Μὴ γάρ μοι τὸν ὀλιγάκις τοῦτο πάσχοντα εἴπῃς, ἀλλὰ τὸν μηδὲ ὅλως ἁλόντα ποτέ· ἕως δ' ἂν μὴ τοῦτο δείξῃς ἡμῖν, οὐδὲ τὴν ἀπειλὴν λῦσαι δυνήσῃ, διὰ τὸ μὴ συνεχῶς τοῦτο παθεῖν. Καὶ γὰρ ὁ κλέπτων καὶ ὁ πορνεύων, κἂν ἅπαξ μόνον τὴν ἁμαρτίαν ἐκείνην ἐργάσωνται, οὐκ ἐπειδὴ μὴ πολλάκις τοῦτο τετολμήκασιν, ἀφίενται τῆς τιμωρίας, ἀλλὰ ἐπειδὴ τετολμήκασιν ὅλως, κολάζονται. Τὸ δὲ ἐφεξῆς τούτῳ κείμενον, τίς οὐκ ἂν τῶν ἀπίστων καὶ μῦθον εἶναι νομίσειε, μετὰ τοσαύτης. σφοδρότητος ἀνατετραμμένον ὁρῶν ὑφ' ἡμῶν; Τοῦ γὰρ Θεοῦ εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου· ἡμεῖς δὲ ἐκπεπολεμωμένοι πρὸς ἀλλήλους καὶ ὑπούλως διακείμενοι τοῖς θυσιαστηρίοις πρόσιμεν. Καὶ ὁ μὲν Θεὸς τοσαύτην τῆς ἡμετέρας καταλλαγῆς πεποίηται σπουδὴν, ὡς ἀνέχεσθαι τὴν αὐτοῦ θυσίαν μένειν ἀτέλεστον, καὶ τὴν ὑπηρεσίαν ἐγκόπτεσθαι ὑπὲρ τοῦ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν καταλῦσαι καὶ τὴν ὀργήν· ἡμεῖς δὲ οὕτω τοῦ πράγματος ἀλογοῦμεν, ὡς καὶ ἡμέρας πολλὰς τὴν ἔχθραν διατηρεῖν κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Οὐδὲ γὰρ τοὺς μνησικακοῦντας κολάζει μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τοὺς τούτου μὲν ἀπηλλαγμένους τοῦ πάθους, πεπληγμένων δὲ καταφρονοῦντας τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ τῶν ἠδικημένων ἐστὶ τὸ μνησικακεῖν, ὁ δὲ ἀδικῶν οὐκ ἂν ῥᾳδίως ληφθείη τούτῳ τῷ πάθει, τούτου χάριν τοῦτον ἤγαγε πρὸς ἐκεῖνον, δεικνὺς ὅτι τῆς τιμωρίας τῆς ἐκείνου μᾶλλον ὑπεύθυνός ἐστιν ὁ καὶ τὴν ῥίζαν τῷ ἁμαρτήματι παρασχών. Ἀλλ' ἡμεῖς οὐδὲ οὕτω παιδευόμεθα, ἀλλὰ λυποῦμεν καὶ ὑπὲρ τῶν τυχόντων τοὺς ἀδελφούς· εἶτα ὥσπερ οὐδενὸς γενομένου δεινοῦ, οὕτως ἀμελοῦμεν καὶ ἐπιλανθανόμεθα τῶν λυπηθέντων παρ' ἡμῶν, καὶ τὴν ἔχθραν εἰς μακρὸν ἐκτεινομένην χρόνου μῆκος περιορῶμεν, οὐκ εἰδότες ὅτι τοσούτῳ μείζονα τίσομεν κόλασιν, ὅσῳ πλείονας ἂν ἀφῶμεν ἐπεισελθεῖν ἡμέρας τῇ λύπῃ, τούτῳ τε αὐτῷ, καὶ τῷ δυσκολωτέραν ἡμῖν γενέσθαι λοιπὸν τὴν καταλλαγήν. Ὥσπερ γὰρ, φιλίας συνεχούσης ἡμᾶς, οὐδὲν εὐκόλως τῶν διαιρούντων ἰσχῦσαι καὶ πιστευθῆναι δυνήσεται· οὕτως, ἔχθρας προκαταλαβούσης ἡμῶν τὰς ψυχὰς, πάντα εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις ἡμῖν συγκρούειν ἐπιπλεῖόν ἐστι, τῶν μὲν χρηστῶν ἀπιστουμένων, πιστευομένων δὲ μόνων τῶν πονηρῶν. Διὰ ταῦτα κελεύει τὸ δῶρον ἀφέντας ἐπὶ τοῦ θυσιαστηρίου, πρῶτον διαλλαγῆναι τῷ ἀδελφῷ, ἵνα μάθωμεν, ὅτι εἰ ἐν ἐκείνῳ τῷ καιρῷ ἀναβάλλεσθαι τὴν καταλλαγὴν ταύτην οὐ χρὴ, πολλῷ μᾶλλον ἐν ἑτέροις. Ἡμεῖς δὲ τὰ μὲν σύμβολα τῶν πραγμάτων κατέχομεν, τῆς δὲ ἀληθείας αὐτῆς ἐκπεπτώκαμεν, ἀσπαζόμενοι μὲν ἀλλήλους μέλλοντος τοῦ δώρου προσφέρεσθαι, χείλεσι δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ στόματι τοῦτο ποιοῦντες μόνον. Ὁ δὲ Κύριος οὐ τοῦτο βούλεται, ἀλλὰ τὸ ἀπὸ τῆς ψυχῆς φίλημα, καὶ τὸν ἀπὸ τῆς καρδίας ἀσπασμὸν διδόναι τῷ πλησίον ἡμᾶς. Τοῦτο γάρ ἐστιν ἀσπάσασθαι ἀληθῶς, ἐκεῖνο δὲ σκηνή τις καὶ ὑπόκρισις, καὶ παροξύνειε μᾶλλον ἂν τὸν Θεὸν ἢ καταλλάξειεν ὁ οὕτω φιλῶν. Τὴν γὰρ εἰλικρινῆ καὶ ἐῤῥιζωμένην φιλίαν ἐπιζητεῖ παρ' ἡμῶν, οὐ ταύτην, ἧς τὸ μὲν σχῆμα πολὺ καὶ τὴν μόρφωσιν περιφέρομεν, τὴν δὲ δύναμιν πᾶσαν ἐσβέσαμεν, ὅπερ καὶ αὐτὸ τεκμήριον τῶν κατεχουσῶν ἡμᾶς ἀνομιῶν ἐστι. Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, φησὶ, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινὰς, εἰ δέ ποτε καὶ σχοίημεν, ἐφ' ἡμέρας μόνον· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν Καὶ οὐδὲ μέχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ἐπιβουλὰς κατ' ἀλλήλων ῥάπτομεν, καὶ δι' ὧν λέγομεν καὶ δι' ὧν πράττομεν δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ τοὺς ἀνιάτως δαιμονῶντας καὶ μαινομένους ἀπὸ τούτου μάλιστα δοκιμάζομεν. Τί δὲ ὁ περὶ τοῦ ἀντιδίκου νόμος, καὶ ὁ περὶ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῶν ἀκολάστων ὀφθαλμῶν, καὶ τῆς ἀλόγου φιλίας καὶ ἐπιβλαβοῦς; Ὁ γὰρ δεξιὸς ὀφθαλμὸς, καὶ ἡ δεξιὰ χεὶρ, οὐδὲν ἡμῖν ἕτερον αἰνίττεται, ἢ τοὺς ἐπὶ βλάβῃ φιλοῦντας ἡμᾶς· καὶ ὁ περὶ τῶν ἀπολελυμένων δὲ γυναικῶν ὑπὸ τίνος οὐ κατελύθη καὶ κατεπατήθη πολλάκις;