Ancient Greek
1.2 to 1.6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 1.2-6
Not analysed yet
Εἰ γὰρ δὴ τοῦτο μάθοιεν, καὶ βουληθεῖεν φυλάξασθαι μετὰ ἀκριβείας αὐτό, οὐ ταύτης μόνον ἀπαλλαγήσονται τῆς ἀρρωστίας, οὐδὲ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς καὶ ταύτης καὶ ἑτέρων πλειόνων. Τοιαύτη γὰρ καὶ ἡ τοῦ φαρμάκου τούτου φύσις ἐστὶν ὡς καὶ τὸ παρὸν θεραπεῦσαι καὶ τῶν ἄλλων γενέσθαι προφυλακτικὸν παθῶν. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ καὶ πολλὰ κατὰ τὸν παρόντα βίον ἐστὶ τὰ σκανδαλίζοντα τοὺς ἀσθενεστέρους· καὶ τούτων ἁπάντων ὁ λόγος ἡμῶν ἐπαγγέλλεται τοὺς ἁλόντας ἐλευθεροῦν, μόνον εἰ βουληθεῖεν—ὅπερ καὶ ἔμπροσθεν εἶπον—καὶ μαθεῖν καὶ φυλάξαι τὰ λεγόμενα. Ποιοῦμαι δὲ τὴν θεραπείαν ταύτην, οὐκ ἀπὸ τῶν θεϊκῶν μόνον Γραφῶν συντιθείς, ἀλλὰ καὶ ἀπὸ τῶν κατὰ τὸν παρόντα βίον γινομένων καὶ συμβαινόντων διηνεκῶς· ὥστε καὶ τοῖς μὴ προσέχουσι Γραφαῖς κοινὴν γενέσθαι τὴν διόρθωσιν, εἰ βουληθεῖεν. Οὐ γὰρ παύσομαι τοῦτο συνεχῶς ἐπιλέγων· Ἀνάγκῃ γὰρ καὶ βίᾳ καὶ μὴ βουλομένῳ οὐκ ἔνι ταύτην ποτὲ θεραπευθῆναι τὴν ἰατρείαν, καὶ τοὺς θείους μὴ καταδεχομένῳ χρησμούς· καὶ ἐντεῦθεν, καὶ μᾶλλον ἐντεῦθεν ἢ ἐκ τῆς τῶν πραγμάτων ἀποδείξεως. Τῶν γὰρ ὁρωμένων ἀξιοπιστοτέραν δεῖ τὴν τοῦ Θεοῦ ἀπόφασιν πιστεύειν εἶναι. Διά τοι τοῦτο καὶ χαλεπωτέρα τούτους μένει τιμωρία μὴ διορθουμένους, ὅτι δεξάμενοι τὰς Γραφάς, οὐδὲν ἐκεῖθεν εἰς τὴν τοιαύτην καρποῦνται ὠφέλειαν. Ἵν' οὖν μὴ τοῦτο πάσχωσι, φέρε ἁψώμεθα τῆς διορθώσεως λοιπόν, τὴν αἰτίαν εἰπόντες τοῦ νοσήματος πρῶτον.