Ancient Greek
2.Section t to 2.2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.Section t-2
Not analysed yet
Κεφ. βʹ. Ὅτι ἐπισφαλὲς καὶ παραπληξίας ἀνάμεστον τὸ πολυπραγμονεῖν καὶ περιεργάζεσθαι τὴν ἀπόρρητον τοῦ Θεοῦ σοφίαν Τίς οὖν ἡ αἰτία τῆς ἀρρωστίας τῆς τοσαύτης ἐστίν; Ἡ πολυπράγμων καὶ περίεργος γνώμη, καὶ τὸ βούλεσθαι πάντων τῶν γινομένων εἰδέναι τὰς αἰτίας ἁπάσας, καὶ φιλονεικεῖν τὴν ἀκατάληπτον καὶ ἄρρητον τοῦ Θεοῦ πρόνοιαν, τὴν ἀπέραντον καὶ ἀνεξιχνίαστον περιεργάζεσθαι ἀναισχύντως καὶ πολυπραγμονεῖν. Καίτοι τίς τοῦ Παύλου σοφώτερος γέγονεν; Εἰπὲ γάρ μοι, οὐ σκεῦος ἐκλογῆς ἦν οὗτος; οὐ πολλὴν καὶ ἄφατον ἐπεσπάσατο τοῦ Πνεύματος τὴν χάριν; οὐ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα; οὐκ ἀπορρήτων ἐκοινώνησε τοῦ Θεοῦ ῥημάτων; οὐχ ἃ μηδενὶ ἀνθρώπων λαλῆσαι ἐξὸν ἦν, μόνος ἤκουσεν ἐκεῖνος; οὐκ εἰς παράδεισον ἡρπάγη; οὐκ εἰς τρίτον οὐρανὸν ἀνηνέχθη;