Ancient Greek
Chapter 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 11.2
Not analysed yet
ᾜδεσαν γὰρ σαφῶς ὅτι εὐμήχανος ὢν καὶ σοφός, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαι ταῦτα μᾶλλον ἢ ἔμπροσθεν καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τὸ τέλος. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἄν τε ἐν τῷ παρόντι βίῳ λάβῃ τὰ λυπηρὰ λύσιν, δόξαζε τὸν Θεόν· ἄν τε εἰς τὰ δυσχερῆ καταλύσῃ, καὶ οὕτως εὐχαρίστει καὶ μὴ σκανδαλίζου, εἰδὼς σαφῶς τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν ἄπειρον καὶ ἑρμηνευθῆναι μὴ δυναμένην καὶ ὅτι πάντως λήψεται τὸ προσῆκον ἅπαντα τὸ τέλος, εἴτε ἐν τῷ παρόντι βίῳ, εἴτε ἐν τῷ μέλλοντι.