Ancient Greek
11.Section t to 11.1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 11.Section t-1
Not analysed yet
Κεφ. ιαʹ. Ὅτι οὐκ εὐθέως τοῦτο γέγονε καὶ ὅτι ἐν ἀρχῇ ἐναντία ἅπαντα βλέποντες οἱ ἅγιοι οὐκ ἐσκανδαλίζοντο Οὐδὲ γὰρ οἱ δίκαιοι τότε ἐκεῖνοι τοῦτο ἐζήτουν τό· Πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· ἀλλ' ὁρῶντες εἰς ἀπόγνωσιν κατὰ ἀνθρώπινον λογισμὸν πάντα φερόμενα, οὐδὲ οὕτως ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο· ἀλλ' ἔφερον ἅπαντα γενναίως, μεγίστην ἔχοντες ἀπόδειξιν τῶν ἐσομένων χρηστῶν τὴν δύναμιν τοῦ ὑποσχομένου καὶ ἀπὸ τῆς τῶν γινομένων ἐναντιότητος εἰς ἀπόγνωσιν οὐκ ἐμπίπτοντες.