Ancient Greek
Chapter 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 13.15
Not analysed yet
«Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην.» Ὅρα καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατωρθωμένον. «Συνέτριψα, φησί, μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα», «δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρῖμα ἴσα διπλοΐδι.» «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Οὗτος δὲ οὐκ ἐν χρήμασι μόνον ἐλεήμων ἦν, οὐδὲ ἐν τῷ ἐνδύειν τοὺς γυμνοὺς καὶ τρέφειν τοὺς πεινῶντας καὶ χηρείαν διορθοῦν καὶ ὀρφανίαν περιστέλλειν καὶ πηρώματα φύσεως παραμυθεῖσθαι, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ συμπαθείᾳ τῆς ψυχῆς. «