Ancient Greek
13.16 to 13.17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 13.16-17
Not analysed yet
Ἐγὼ γάρ, φησίν, ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα καὶ ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.» Καθάπερ γὰρ κοινὸς ὢν ἁπάντων πατήρ, οὕτω τὰς ἑκάστου συμφοράς, τὰς μὲν διώρθου, τὰς δὲ ἐθρήνει καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων καὶ διὰ συμπαθείας καὶ δακρύων καὶ διὰ παντὸς τρόπου τοὺς ἐν συμφοραῖς ἀνέχων καὶ κοινός τις ἁπάντων λιμὴν γενόμενος. «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καὶ τοῦτο οὐχ ὡς ἔτυχεν αὐτῷ κατώρθωτο. Ἄκουσον γοῦν τοῦ Θεοῦ μαρτυροῦντος αὐτῷ· «Οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτοῦ τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.»