Ancient Greek
Chapter 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 15.7
Not analysed yet
Ἐκεῖνοι μὲν γάρ—πάλιν οὐ παύσομαι τὰ αὐτὰ λέγων—ἑαυτοῖς λογιζέσθωσαν τὰ σκάνδαλα· οἱ δὲ μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥᾳθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας. Μὴ τοίνυν μοι λέγε τοὺς ἀπολλυμένους· ὅπερ γὰρ καὶ ἐν τῷ ἔμπροσθεν εἶπον λόγῳ, οὐδεὶς τῶν ἑαυτοὺς μὴ ἀδικούντων παρ' ἑτέρων ἀδικεῖταί ποτε, κἂν εἰς αὐτὸ τὸ ζῆν κινδυνεύῃ.