Ancient Greek
16.Section t to 16.1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 16.Section t-1
Not analysed yet
Κεφ. ιϛʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος Τί γὰρ ὁ Ἄβελ ἐβλάβη, εἰπέ μοι, ὑπὸ ἀδελφικῆς κατενεχθεὶς δεξιᾶς καὶ ἄωρον καὶ βίαιον ὑπομείνας θάνατον; ἀλλ' οὐχὶ μᾶλλον ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον; Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις καὶ φυγὰς καὶ μετανάστης καὶ δοῦλος γενόμενος καὶ εἰς ἔσχατον λιμὸν κατενεχθείς;