Ancient Greek
Chapter 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 17.8
Not analysed yet
Καὶ αὐτὸς δὲ δεικνὺς πῶς αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν καὶ πῶς σφόδρα ἤρα τοῦ πάθους, τὸν πρῶτον τῶν ἀποστόλων, τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τὸν κορυφαῖον τοῦ χοροῦ τῶν ἀποστόλων καὶ ταῦτα ἐξ ἀγνοίας εἰπόντα «Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ἄκουσον τί ἐκάλεσεν· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ»· τῇ ὑπερβολῇ τῆς ὕβρεώς τε καὶ τῆς ἐπιτιμήσεως τὴν πολλὴν περὶ τὸ πρᾶγμα αὐτοῦ σπουδὴν ἐνδεικνύμενος.