Ancient Greek
17.9 to 17.10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 17.9-10
Not analysed yet
Καὶ τὴν μὲν ἀνάστασιν λάθρα καὶ ἐν παραβύστῳ πεποίηκεν, ἐπιτρέπων αὐτῆς τὴν ἀπόδειξιν τῷ μετὰ ταῦτα χρόνῳ παντί· τὸν δὲ σταυρὸν ἐν μέσῃ τῇ πόλει, ἐν μέσῃ τῇ ἑορτῇ, ἐν μέσῳ τῷ δήμῳ τῶν Ἰουδαίων, ἑκατέρων τῶν δικαστηρίων παρόντων, Ῥωμαϊκῶν τε καὶ Ἰουδαϊκῶν, τῆς ἑορτῆς πάντας συναγούσης, ἐν ἡμέρᾳ μέσῃ, ἐν κοινῷ τῆς οἰκουμένης θεάτρῳ ὑπέμεινε. Καὶ ἐπειδὴ οἱ παρόντες μόνον ἑώρων τὸ γινόμενον, ἐπέταξε τῷ ἡλίῳ κρυβέντι πανταχοῦ τῆς οἰκουμένης ἀπαγγεῖλαι τὸ τόλμημα. Καίτοι πολλοῖς, ὅπερ ἔφθην εἰπών, σκάνδαλον τὸ πρᾶγμα ἐγίνετο· ἀλλ' οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τοῖς σωζομένοις, τοῖς κατωρθωκόσι.