Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.10
Not analysed yet
Τὸ γάρ· «Ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα», τοῦτό ἐστι δηλοῦντος ὅτι αἴτιος τῶν ὄντων αὐτὸς καὶ δημιουργὸς καὶ διακρατῶν καὶ συνέχων τὰ πάντα. Εἶτα πάλιν τῆς δωρεᾶς μνησθεὶς τῆς εἰς ἡμᾶς γεγενημένης, ἀλλαχοῦ λέγει· «Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.» Καὶ τὴν εἰρήνην δὲ τὴν δοθεῖσαν ἡμῖν, οὐχὶ λόγον νικᾶν μόνον, οὐδὲ διήγησιν ὑπερβαίνειν, ἀλλὰ καὶ νοῦ παντὸς ἀνωτέραν εἶναι δηλοῖ, διὸ λέγει· «Ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν.»